Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.308 Joseph. AJ 1.313 (English) >>Joseph. AJ 1.317

1.311ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν. 1.312

Λάβανος δὲ μεθʼ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθʼ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους. 1.313καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης. 1.314Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθʼ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.308 Joseph. AJ 1.313 (English) >>Joseph. AJ 1.317

Powered by PhiloLogic